25.7.13
Αγία Σκέπη της Υπεραγίας Θεοτόκου εν Βλαχερνώ
01/10/2013Σκέπῃ σου Ἁγνή, πιστοὺς ἅπαντας σκέπεις·
Σκέπη πέλεις γάρ, καὶ κόσμου σωτηρία·
Ἑνὶ πρώτῃ μαφόριον Ἁγνῆς ὑμνηπόλους σκέπασε.
Βιογραφία
Σύμφωνα με το συναξάρι, «Τῇ Α' τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ Ἀειπαρθένου Μαρίας, ἤτοι τοῦ ἱεροῦ αὐτῆς Μαφορίου τοῦ ἐν τῇ σορῷ τοῦ Ἱεροῦ Ναοῦ τῶν Βλαχερνῶν, ὅτε ὁ ὅσιος Ἀνδρέας, ὁ διὰ Χριστὸν σαλός, κατεῖδε ἐφηπλωμένην αὐτὴν ἄνωθεν, καὶ πάντας εὐσεβεῖς περισκέπουσαν».
Την γιορτή αυτή, η Εκκλησία της Ελλάδος, την έχει μεταθέσει στις 28 Οκτωβρίου, όπου η Ελλάδα γιορτάζει το μεγάλο γεγονός της διασώσεως και απελευθερώσεως της από τον Ιταλογερμανικό ζυγό.
Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῇ Θεοτόκῳ οἱ Πιστοὶ νῦν προσπελάσωμεν, καὶ τὸ μαφόριον αὐτῆς κατασπασώμεθα, ἀναμέλποντες ἐφύμνια κατὰ χρέος. Σκέπη πέλει γάρ, πιστοὺς σκέπουσα ἅπαντας, καὶ φρουροῦσα ἐκ παντοίων περιστάσεων, τοὺς κραυγάζοντας, χαῖρε Σκέπη ὁλόφωτε.
Ὁ Οἶκος
Ἄγγελοι οὐρανόθεν, καὶ βροτῶν πλήθη γῆθεν, συμφώνως ἀνυμνήσωμεν πόθῳ, τὴν ὑπέρφωτον Σκέπην Μητρὸς Θεοῦ, ἣν Ἀνδρέας ὁ κλεινὸς κατεῖδε, καὶ πρὸς αὐτὴν ἐφύμνια προσείπωμεν ἀναβοῶντες,
Χαῖρε ἡ Σκέπη Μητρὸς Κυρίου,
Χαῖρε μαφόριον τῆς Πανάγνου.
Χαῖρε ἡ πάντας τοὺς πιστοὺς περισκέπουσα,
Χαῖρε ἐναντίους ἐχθροὺς καταθραύουσα.
Χαῖρε ὅτι τοὺς σοὺς πρόσφυγας περισκέπεις φεραυγῶς·
Χαῖρε ὅτι τοὺς καλοῦντάς σε, διασώζεις ἐναργῶς.
Χαῖρε στῦλε ὄντως πύρινε, ὁδηγοῦσα τοὺς πιστούς,
Χαῖρε κλῖμαξ ἐπανάγουσα ἀπὸ γῆς πρὸς οὐρανούς.
Χαῖρε Σκέπη Πανάγνου, εὐσεβῶν σωτηρία,
Χαῖρε Μήτηρ Κυρίου, μοναστῶν προστασία.
Χαῖρε δι' ἧς ἡ χάρις ἐπέλαμψε,
Χαῖρε ὑφ' ἧς ἡ λύπη κατέπαυσε.
Χαῖρε Σκέπη ὁλόφωτε.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου