10.12.12

Σύναξη της Υπεραγίας Θεοτόκου.


 Την επόμενη ημέρα από την Γέννηση του Ιησού Χριστού, εορτάζουμε την Σύναξη της Υπεραγίας Θεοτόκου.

Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς βρέφος βαστάζουσα, ἐν ταὶς ἀγκάλαις Ἁγνή, τὸν πάντων δεσπόζοντα, σάρκα λαβόντα ἔκ σοῦ, χαρᾶς ὤφθης πρόξενος, ὅθεν πᾶσα ἡ κτίσις, ἀνυμνεῖ χαρμοσύνως, σήμερον Θεοτόκε, τὴν φρικτήν σου λοχείαν πηγὴν γὰρ ἀθανασίας, κόσμω ἐκύησας.

Κοντάκιον
Ἦχος πλ. β’. Αὐτόμελον.
Ὁ πρὸ ἑωσφόρου ἐκ Πατρὸς ἀμήτωρ γεννηθείς, ἐπὶ τῆς γῆς ἀπάτωρ ἐσαρκώθη σήμερον ἔκ σοῦ· ὅθεν Ἀστὴρ εὐαγγελίζεται Μάγοις, Ἄγγελοι δὲ μετὰ Ποιμένων ὑμνοῦσι, τὸν ἄχραντον τόκον σου, ἡ Κεχαριτωμένη.

Ὁ Οἶκος
Τὸν ἀγεώργητον βότρυν βλαστήσασα, ἡ μυστικὴ ἄμπελος ὡς ἐπὶ κλάδων, ἀγκάλαις ἐβάσταζε, καὶ ἔλεγε. Σὺ εἶ καρπός μου, σὺ εἶ ἡ ζωή μου. Ἀφ' οὗ ἔγνων, ὅτι καὶ ὃ ἤμην εἰμί, σύ μου Θεός· τὴν γὰρ σφραγῖδα τῆς Παρθενίας μου ὁρῶσα ἀκατάλυτον, κηρύττω σε ἄτρεπτον Λόγον, σάρκα γενόμενον. Οὐκ οἶδα σποράν, οἶδά σε λύτην τῆς φθορᾶς· Ἁγνὴ γὰρ εἰμι, σοῦ προελθόντος ἐξ ἐμοῦ· ὡς γὰρ εὗρες, ἔλιπες μήτραν ἐμήν. Διὰ τοῦτο συγχορεύει πᾶσα κτίσις βοῶσά μοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Δεν υπάρχουν σχόλια: